1.

[2.257] ὁ δὲ διαλεκτικὸς οὐδαμῶς, οἷον ὡς ἐπὶ ταύτης τῆς ἀμφιβολίας ῾ἐν ταῖς παρακμαῖς τὴν ποικίλην δίαιταν καὶ τὸν οἶνον (Cfr. § 237) δοκιμαστέον᾽. ἤδη δὲ καὶ κατὰ τὸν βίον ἄχρι καὶ τοὺς παῖδας ὁρῶμεν διαστελλομένους ἀμφιβολίας, ὧν ἡ διαστολὴ χρησιμεύειν αὐτοῖς δοκεῖ. εἰ γοῦν τις ὁμωνύμους οἰκέτας ἔχων κελεύοι παιδίον κληθῆναι αὐτῷ τὸν Μάνην, εἰ τύχοι (τοῦτο γὰρ τοὔνομα τοῖς οἰκέταις ἔστω κοινόν), πεύσεται ὁ παῖς ποῖον. καὶ εἰ πλείονας καὶ διαφόρους τις οἴνους ἔχων λέγοι τῷ παιδίῳ ῾ἔγχεόν μοι τοῦ οἴνου πιεῖν᾽, ὁμοίως ὁ παῖς πεύσεται ποίου.