1.

[2.259] ἀλλὰ περὶ μὲν τούτων καὶ εἰσαῦθις διαλεξόμεθα (cf. p. XXVII )˙ εἰ δέ τις δογματικὸς πρός τι τούτων ἀντιλέγειν ἐπιχειροίη, κρατυνεῖ τὸν σκεπτικὸν λόγον, ἐκ τῆς ἑκατέρωθεν ἐπιχειρήσεως καὶ τῆς ἀνεπικρίτου διαφωνίας τὴν περὶ τῶν ζητουμένων ἐποχὴν καὶ αὐτὸς βεβαιῶν.
Τοσαῦτα καὶ περὶ ἀμφιβολιῶν εἰπόντες [αὐτοῦ που] περιγράφομεν καὶ τὸ δεύτερον τῶν ὑποτυπώσεων σύνταγμα.