1.

ΠΥΡΡΩΝΕΙΩΝ ΥΠΟΤΥΠΩΣΕΩΝ
ΤΩΝ ΕΙΣ ΤΡΙΑ ΤΟ ΤΡΙΤΟΝ
[3.1]

Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ τῶν Πυρρωνείων ὑποτυπώσεων.

  • α´ περὶ τοῦ φυσικοῦ μέρους
  • β´ περὶ ἀρχῶν δραστικῶν
  • γ´ περὶ θεοῦ
  • δ´ περὶ αἰτίου
  • ε´ εἴ ἐστι τὶ τινὸς αἴτιον
  • ς´ περὶ ὑλικῶν ἀρχῶν
  • ζ´ εἰ καταληπτὰ τὰ σώματα
  • η´ περὶ κράσεως
  • θ´ περὶ κινήσεως
  • ι´ περὶ τῆς μεταβατικῆς κινήσεως
  • ια´ περὶ αὐξήσεως καὶ μειώσεως
  • ιβ´ περὶ ἀφαιρέσεως καὶ προσθέσεως
  • ιγ´ περὶ μεταθέσεως
  • ιδ´ περὶ ὅλου καὶ μέρους
  • ιε´ περὶ φυσικῆς μεταβολῆς
  • ιζ´ περὶ μονῆς
  • ιη´ περὶ τόπου
  • ιθ´ περὶ χρόνου
  • κ´ περὶ ἀριθμοῦ
  • κα´ περὶ τοῦ ἠθικοῦ μέρους τῆς φιλοσοφίας
  • κβ´ περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων
  • κγ´ εἰ ἔστι τι φύσει ἀγαθὸν καὶ ἀδιάφορον
  • κδ´ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον
  • κε´ εἰ ἔστι τέχνη περὶ βίον
  • κς´ εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη
  • κζ´ εἰ διδακτή ἐστιν ἡ περὶ τὸν βίον τέχνη
  • κη´ εἰ ἔστι τι διδασκόμενον
  • κθ´ εἰ ἔστιν ὁ διδάσκων καὶ ὁ μανθάνων
  • λ´ εἰ ἔστι τις μαθήσεως τρόπος
  • λα´ εἰ ὠφελεῖ ἡ περὶ τὸν βίον τέχνη τὸν ἔχοντα αὐτήν
  • λβ´ διὰ τί ὁ σκεπτικὸς ἐνίοτε ἀμυδροὺς ταῖς πιθανότησιν ἐρωτᾶν ἐπιτηδεύει λόγους.


(§ 1 Cfr. adv. dogm. III 4-12) Περὶ μὲν 〈οὖν〉 τοῦ λογικοῦ μέρους τῆς λεγομένης φιλοσοφίας (Cfr. II 13) ὡς ἐν ὑποτυπώσει τοιαῦτα ἀρκούντως λέγοιτο ἄν˙
α´ περὶ τοῦ φυσικοῦ μέρους.
Κατὰ δὲ τὸν αὐτὸν τρόπον (Cfr. II 84) τῆς συγγραφῆς καὶ τὸ φυσικὸν μέρος αὐτῆς ἐπιόντες οὐ πρὸς ἕκαστον τῶν λεγομένων αὐτοῖς κατὰ τόπον ἀντεροῦμεν, ἀλλὰ τὰ καθολικώτερα κινεῖν ἐπιχειρήσομεν, οἷς συμπεριγράφεται καὶ τὰ λοιπά. ἀρξώμεθα δὲ ἀπὸ τοῦ περὶ ἀρχῶν λόγου.
β´ περὶ ἀρχῶν δραστικῶν.
Καὶ ἐπειδὴ παρὰ τοῖς πλείστοις συμπεφώνηται τῶν ἀρχῶν τὰς μὲν ὑλικὰς εἶναι, τὰς δὲ δραστικάς, ἀπὸ τῶν δραστικῶν τὴν ἀρχὴν τοῦ λόγου ποιησόμεθα˙ ταύτας γὰρ καὶ κυριωτέρας τῶν ὑλικῶν φασιν εἶναι.