1.

[3.2] γ´ περὶ θεοῦ.
Οὐκοῦν ἐπεὶ θεὸν εἶναι δραστικώτατον αἴτιον οἱ πλείους ἀπεφήναντο, πρότερον περὶ θεοῦ (Cfr. adv. dogm. III 13 sgg.) σκοπήσωμεν, ἐκεῖνο προειπόντες, ὅτι τῷ μὲν βίῳ κατακολουθοῦντες ἀδοξάστως φαμὲν εἶναι θεοὺς καὶ σέβομεν θεοὺς καὶ προνοεῖν αὐτούς φαμεν, πρὸς δὲ τὴν προπέτειαν τῶν δογματικῶντάδε λέγομεν (Cfr. adv. dogm. III 49.)
Τῶν ἐννοουμένων ἡμῖν πραγμάτων τὰς οὐσίας ἐπινοεῖν ὀφείλομεν, οἷον εἰ σώματά ἐστιν ἢ ἀσώματα. ἀλλὰ καὶ τὰ εἴδη˙ οὐ γὰρ ἄν τις ἵππον ἐννοῆσαι δύναιτο μὴ οὐχὶ πρότερον τὸ εἶδος τοῦ ἵππου μαθών. τό τε ἐννοούμενον ἐννοεῖσθαί που ὀφείλει.