1.

[3.3] ἐπεὶ οὖν τῶν δογματικῶν οἱ μὲν σῶμά φασιν εἶναι τὸν θεόν, οἱ δὲ ἀσώματον, καὶ οἱ μὲν ἀνθρωποειδῆ, οἱ δὲ οὔ, καὶ οἱ μὲν ἐν τόπῳ, οἱ δὲ οὔ, καὶ τῶν ἐν τόπῳ οἱ μὲν ἐντὸς κόσμου, οἱ δὲ ἐκτός, πῶς δυνησόμεθα ἔννοιαν θεοῦ λαμβάνειν μήτε οὐσίαν ἔχοντες αὐτοῦ ὁμολογουμένην μήτε εἶδος μήτε τόπον ἐν ᾧ εἴη; πρότερον γὰρ ἐκεῖνοι ὁμολογησάτωσάν τε καὶ συμφωνησάτωσαν, ὅτι τοιόσδε ἐστὶν ὁ θεός, εἶτα ἡμῖν αὐτὸν ὑποτυπωσάμενοι οὕτως ἀξιούτωσαν ἡμᾶς ἔννοιαν θεοῦ λαμβάνειν. ἐς ὅσον δὲ ἀνεπικρίτως διαφωνοῦσιν, τί νοήσομεν ἡμεῖς ὁμολογουμένως παρ' αὐτῶν οὐκ ἔχομεν.