1.

[3.4] (§§ 4-6 Cfr. adv. dogm. III 44, 47, 49) ἀλλ' ἄφθαρτόν τι, φασί(§ 219), καὶ μακάριον ἐννοήσας, τὸν θεὸν εἶναι τοῦτο νόμιζε. τοῦτο δέ ἐστιν εὔηθες˙ ὥσπερ 〈γὰρ〉 ὁ μὴ εἰδὼς τὸν Δίωνα οὐδὲ τὰ συμβεβηκότα αὐτῷ ὡς Δίωνι δύναται νοεῖν, οὕτως ἐπεὶ οὐκ ἴσμεν τὴν οὐσίαν τοῦ θεοῦ, οὐδὲ τὰ συμβεβηκότα αὐτῷ μαθεῖν τε καὶ ἐννοῆσαι δυνησόμεθα.