1.

[3.7] ὁ μὲν οὖν 〈ἀποδεικνύων〉 ὅτι ἔστι θεός, ἤτοι διὰ προδήλου τοῦτο ἀποδείκνυσιν ἢ δι' ἀδήλου. διὰ προδήλου μὲν οὖν οὐδαμῶς˙ εἰ γὰρ ἦν πρόδηλον τὸ ἀποδεικνύον ὅτι ἔστι θεός, ἐπεὶ τὸ ἀποδεικνυόμενον πρὸς τῷ ἀποδεικνύντι νοεῖται, διὸ καὶ συγκαταλαμβάνεται αὐτῷ, καθὼς καὶ παρεστήσαμεν (Cfr. II 179), πρόδηλον ἔσται καὶ τὸ εἶναι θεόν, συγκαταλαμβανόμενον τῷ ἀποδεικνύντι αὐτὸ προδήλῳ ὄντι. οὔκ ἐστι δὲ πρόδηλον, ὡς ὑπεμνήσαμεν˙ οὐδὲ ἀποδείκνυται ἄρα διὰ προδήλου.