1.

[3.8] ἀλλ' οὐδὲ δι' ἀδήλου. τὸ γὰρ ἄδηλον τὸ ἀποδεικτικὸν τοῦ εἶναι θεόν, ἀποδείξεως χρῇζον, εἰ μὲν διὰ προδήλου λέγοιτο ἀποδείκνυσθαι, οὐκέτι ἄδηλον ἔσται ἀλλὰ πρόδηλον [τὸ εἶναι θεόν]. οὐκ ἄρα τὸ ἀποδεικτικὸν αὐτοῦ ἄδηλον διὰ προδήλου ἀποδείκνυται. ἀλλ' οὐδὲ δι' ἀδήλου˙ εἰς ἄπειρον γὰρ ἐκπεσεῖται ὁ τοῦτο λέγων, αἰτούντων ἡμῶν ἀεὶ ἀπόδειξιν τοῦ φερομένου ἀδήλου πρὸς ἀπόδειξιν τοῦ προεκκειμένου. οὐκ ἄρα ἐξ ἑτέρου δύναται ἀποδείκνυσθαι τὸ εἶναι θεόν.