1.

[3.9] εἰ δὲ μήτε ἐξ ἑαυτοῦ ἐστι πρόδηλον μήτε ἐξ ἑτέρου ἀποδείκνυται, ἀκατάληπτον ἔσται εἰ ἔστι θεός.
Ἔτι καὶ τοῦτο λεκτέον. ὁ λέγων εἶναι θεὸν ἤτοι προνοεῖν αὐτὸν τῶν ἐν κόσμῳ φησὶν ἢ οὐ προνοεῖν, καὶ εἰ μὲν προνοεῖν, ἤτοι πάντων ἤ τινων. (Cfr. Epic. fr. 374 Us.)ἀλλ' εἰ μὲν πάντων προυνόει, οὐκ ἦν ἂν οὔτε κακόν τι οὔτε κακία ἐν τῷ κόσμῳ˙ κακίας δὲ πάντα μεστὰ εἶναι λέγουσιν˙ οὐκ ἄρα πάντων προνοεῖν λεχθήσεται ὁ θεός.