1.

[3.12] καὶ διὰ ταῦτα ἄρα ἀκατάληπτόν ἐστιν εἰ ἔστι θεός. ἐκ δὲ τούτων ἐπιλογιζόμεθα, ὅτι ἴσως ἀσεβεῖν ἀναγκάζονται οἱ διαβεβαιωτικῶς λέγοντες εἶναι θεόν˙ πάντων μὲν γὰρ αὐτὸν προνοεῖν λέγοντες κακῶν αἴτιον τὸν θεὸν εἶναι φήσουσιν, τινῶν δὲ ἢ καὶ μηδενὸς προνοεῖν αὐτὸν λέγοντες ἤτοι βάσκανον τὸν θεὸν ἢ ᾳ)σθενῆ λέγειν ἀναγκασθήσονται, ταῦτα δέ ἐστιν ἀσεβούντων προδήλως.