1.

[3.13] δ´περὶ αἰτίου. .
Ἵνα δὲ μὴ καὶ ἡμᾶς βλασφημεῖν ἐπιχειρήσωσιν οἱ δογματικοί δι' ἀπορίαν τοῦ πραγματικῶς ἡμῖν ἀντιλέγειν, κοινότερον περὶ τοῦ ἐνεργητικοῦ αἰτίου διαπορήσομεν, πρότερον ἐπιστῆσαι πειραθέντες τῇ τοῦ αἰτίου ἐπινοίᾳ. ὅσον μὲν οὖν ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν οὐδ' ἂν ἐννοῆσαί τις τὸ αἴτιον δύναιτο, εἴγε πρὸς τῷ διαφώνους καὶ ἀλλοκότους ἐννοίας τοῦ αἰτίου 〈ἀποδίδοσθαι〉 ἔτι καὶ τὴν ὑπόστασιν αὐτοῦ πεποιήκασιν ἀνεύρετον διὰ τὴν περὶ αὐτὸ διαφωνίαν.