1.

[3.14] οἱ μὲν γὰρ σῶμα, οἱ δὲ ἀσώματον τὸ αἴτιον εἶναί φασιν (Cfr. adv. dogm. III 364). δόξαι δ' ἂν αἴτιον εἶναι κοινότερον κατ' αὐτοὺς δι' ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα(Cfr. adv. dogm. III 228)., οἷον ὡς ὁ ἥλιος ἢ ἡ τοῦ ἡλίου θερμότης τοῦ χεῖσθαι τὸν κηρὸν ἢ τῆς χύσεως τοῦ κηροῦ. καὶ γὰρ ἐν τούτῳ διαπεφωνήκασιν, οἱ μὲν προσηγοριῶν αἴτιον εἶναι τὸ αἴτιον φάσκοντες, οἷον τῆς χύσεως, οἱ δὲ κατηγορημάτων, οἷον τοῦ χεῖσθαι. διό, καθάπερ εἶπον, κοινότερον ἂν εἴη τὸ αἴτιον τοῦτο δι' ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα.