1.

[3.16] ἔνιοι μέντοι καὶ παρόντα μελλόντων αἴτια ἔφασαν εἶναι, ὡς τὰ προκαταρκτικά, οἷον τὴν ἐπιτεταμένην ἡλίωσιν πυρετοῦ. τινὲς δὲ ταῦτα παρῃτήσαντο, ἐπειδὴ τὸ αἴτιον πρός τι ὑπάρχον καὶ πρὸς τὸ ἀποτέλεσμα ὂν οὐ δύναται προηγεῖσθαι αὐτοῦ ὡς αἴτιον (Cfr. 25). ἐν δὲ τῇ περὶ αὐτῶν διαπορήσει τοιάδε λέγομεν.