1.

[3.17] ε´ εἴ ἐστι τὶ τινὸς αἴτιον.
(§§ 17-19 Cfr. adv. dogm. III 200-204)Πιθανόν ἐστιν εἶναι τὸ αἴτιον˙ πῶς γὰρ ἂν αὔξησις γένοιτο, μείωσις, γένεσις, φθορά, καθόλου κίνησις, τῶν φυσικῶν τε καὶ ψυχικῶν ἀποτελεσμάτων ἕκαστον, ἡ τοῦ παντὸς κόσμου διοίκησις, τὰ ἄλλα πάντα, εἰ μὴ κατά τινα αἰτίαν; καὶ γὰρ εἰ μηδὲν τούτων ὡς πρὸς τὴν φύσιν ὑπάρχει, λέξομεν ὅτι διά τινα αἰτίαν πάντως φαίνεται ἡμῖν τοιαῦτα, ὁποῖα οὔκ ἐστιν.