1.

[3.19] καὶ περιτρέπεται δὲ ὁ λέγων μηδὲν αἴτιον εἶναι˙ εἰ μὲν γὰρ ἁπλῶς καὶ ἄνευ τινὸς αἰτίας τοῦτό φησι λέγειν, ἄπιστος ἔσται˙ εἰ δὲ διά τινα αἰτίαν, βουλόμενος ἀναιρεῖν τὸ αἴτιον τίθησιν, ἀποδιδόσθω αἰτίαν δι' ἣν οὐκ ἔστιν αἴτιον.
Διὰ ταῦτα μὲν οὖν πιθανόν ἐστιν εἶναι τὸ αἴτιον˙