1.

[3.21] ἀλλ' οὐδὲ τὸ ἀποτέλεσμα τοῦ αἰτίου ὡς ἀποτέλεσμα αὐτοῦ καταλαβεῖν δυνάμεθα, ἐὰν μὴ καταλάβωμεν τὸ αἴτιον τοῦ ἀποτελέσματος ὡς αἴτιον αὐτοῦ˙ τότε γὰρ καὶ ὅτι ἀποτέλεσμά ἐστιν αὐτοῦ γινώσκειν δοκοῦμεν, ὅταν τὸ αἴτιον αὐτοῦ ὡς αἴτιον αὐτοῦ καταλάβωμεν.