1.

[3.25] πρὸς τούτοις ἤτοι ὂν καὶ ὑφεστὼς ἤδη αἴτιον τὸ αἴτιον ποιεῖ τὸ ἀποτέλεσμα, ἢ μὴ ὂν αἴτιον. καὶ μὴ ὂν μὲν οὐδαμῶς˙ εἰ δὲ ὄν, δεῖ αὐτὸ πρότερον ὑποστῆναι καὶ προγενέσθαι αἴτιον, εἶθ' οὕτως ἐπάγειν τὸ ἀποτέλεσμα, ὅπερ ὑπ' αὐτοῦ ἀποτελεῖσθαι λέγεται ὄντος ἤδη αἰτίου. ἀλλ' ἐπεὶ πρός τι ἐστὶ τὸ αἴτιον καὶ πρὸς τὸ ἀποτέλεσμα, σαφὲς ὅτι μὴ δύναται τούτου ὡς αἴτιον προϋποστῆναι˙ οὐδὲ ὂν ἄρα αἴτιον τὸ αἴτιον ἀποτελεῖν δύναται τὸ οὗ ἐστιν αἴτιον.