1.

[3.26] (§§ 26-28 Cfr. adv. dogm. III 232-236) εἰ δὲ μήτε μὴ ὂν αἴτιον ἀποτελεῖ τι μήτε ὄν, οὐδὲ ἀποτελεῖ τι˙ διὸ οὐδὲ αἴτιον ἔσται˙ ἄνευ γὰρ τοῦ ἀποτελεῖν τι τὸ αἴτιον οὐ δύναται ὡς αἴτιον νοεῖσθαι. ὅθεν κἀκεῖνο λέγουσί τινες˙ τὸ αἴτιον ἤτοι συνυφίστασθαι δεῖ τῷ ἀποτελέσματι ἢ προϋφίστασθαι τούτου ἢ 〈εἶναι〉 μετὰ τὸ γίνεσθαι 〈ἀποτέλεσμα〉. τὸ μὲν οὖν λέγειν, ὅτι τὸ αἴτιον εἰς ὑπόστασιν ἄγεται μετὰ τὴν γένεσιν τοῦ ἀποτελέσματος αὐτοῦ μὴ καὶ γελοῖον ᾖ. ἀλλ' οὐδὲ προϋφίστασθαι δύναται τούτου˙