1.

[3.27] πρὸς αὐτὸ γὰρ νοεῖσθαι λέγεται, τὰ δὲ πρός τι φασὶν αὐτοί, καθὸ πρός τι ἐστίν, συνυπάρχειν καὶ συννοεῖσθαι ἀλλήλοις. ἀλλ' οὐδὲ συνυφίστασθαι˙ εἰ γὰρ ἀποτελεστικὸν αὐτοῦ ἐστιν, τὸ δὲ γινόμενον ὑπὸ ὄντος ἤδη γίνεσθαι χρή, πρότερον δεῖ τὸ αἴτιον γενέσθαι αἴτιον, εἶθ' οὕτως ποιεῖν τὸ ἀποτέλεσμα. εἰ οὖν τὸ αἴτιον μήτε προϋφίσταται τοῦ ἀποτελέσματος αὐτοῦ μήτε συνυφίσταται τούτῳ, ἀλλ' οὐδὲ 〈τὸ ἀποτέλεσμα〉 πρὸ αὐτοῦ γίνεται, μήποτε οὐδὲ ὑποστάσεως ὅλως μετέχει.