1.

[3.28] σαφὲς δὲ ἴσως ὅτι καὶ διὰ τούτων ἡ ἐπίνοια τοῦ αἰτίου πάλιν περιτρέπεται. εἰ γὰρ τὸ αἴτιον ὡς μὲν πρός τι οὐ δύναται τοῦ ἀποτελέσματος αὐτοῦ προεπινοηθῆναι, ἵνα δὲ ὡς αἴτιον τοῦ ἀποτελέσματος αὐτοῦ νοηθῇ, δεῖ αὐτὸ προεπινοεῖσθαι τοῦ ἀποτελέσματος αὐτοῦ, ἀδύνατον δὲ προεπινοηθῆναί τι ἐκείνου οὗ προεπινοηθῆναι [τι] οὐ δύναται, ἀδύνατόν ἐστιν ἐπινοηθῆναι τὸ αἴτιον.