1.

[3.29] Ἐκ τούτων οὖν λοιπὸν ἐπιλογιζόμεθα, ὅτι 〈εἰ〉 πιθανοὶ μέν εἰσιν οἱ λόγοι καθ' οὓς ὑπεμνήσαμεν (Cfr. §§ 17 sqq. )ὡς χρὴ λέγειν αἴτιον εἶναι, πιθανοὶ δὲ καὶ οἱ παριστάντες, ὅτι μὴ προσήκει αἴτιον εἶναί τι ἀποφαίνεσθαι, καὶ τούτων προκρίνειν τινὰς οὐκ ἐνδέχεται, μήτε σημεῖον μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἡμῶν ἐχόντων, ὡς ἔμπροσθεν παρεστήσαμεν (Cfr. II 18) (Cfr. II 104) (Cfr. II 134 sqq.), ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ὑποστάσεως τοῦ αἰτίου, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναί τι αἴτιον λέγοντας ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν.