1.

[3.33] τοσαύτης τοίνυν καὶ ἔτι πλείονος διαφωνίας γεγενημένης περὶ τῶν ὑλικῶν ἀρχῶν παρ' αὐτοῖς, ἤτοι πάσαις συγκαταθησόμεθα ταῖς κειμέναις στάσεσι καὶ ταῖς ἄλλαις ἢ τισίν. ἀλλὰ πάσαις μὲν οὐ δυνατόν˙ οὐ γὰρ δήπου δυνησόμεθα καὶ τοῖς περὶ Ἀσκληπιάδην συγκατατίθεσθαι, θραυστὰ εἶναι τὰ στοιχεῖα λέγουσι καὶ ποιά, καὶ τοῖς περὶ Δημόκριτον, ἄτομα ταῦτα εἶναι φάσκουσι καὶ ἄποια, καὶ τοῖς περὶ Ἀναξαγόραν, πᾶσαν αἰσθητὴν ποιότητα περὶ ταῖς ὁμοιομερείαις ἀπολείπουσιν.