[62] ἔπειτ' ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, εὐδοκιμούντων τότε τῶν περὶ Πλάτωνα καὶ Ἀρίστιππον. ἐμμίσθους δ' ἀκροάσεις ποιεῖσθαι˙ εἶτα συγγράφειν λόγους δικανικοὺς τοῖς ἀδικουμένοις˙ διὸ καὶ τὸν Τίμωνα εἰπεῖν ἐπ' αὐτοῦ˙

ἥ τ' Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἲς〉
γράψαι.

φασὶ δ' αὐτῷ λέγειν Σωκράτην, ἐπειδήπερ ἐπιέζετο ὑπὸ πενίας, παρ' ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα. τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασι σκῶψαι εἰπόντα, "πόθεν σοι, λῃστά, ταῦτα;"

[62] ἔπειτ' ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, εὐδοκιμούντων τότε τῶν περὶ Πλάτωνα καὶ Ἀρίστιππον. ἐμμίσθους δ' ἀκροάσεις ποιεῖσθαι˙ εἶτα συγγράφειν λόγους δικανικοὺς τοῖς ἀδικουμένοις˙ διὸ καὶ τὸν Τίμωνα εἰπεῖν ἐπ' αὐτοῦ "ἥ τ' Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἲς〉 γράψαι." φασὶ δ' αὐτῷ λέγειν Σωκράτην, ἐπειδήπερ ἐπιέζετο ὑπὸ πενίας, παρ' ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα. τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασι σκῶψαι εἰπόντα, "πόθεν σοι, λῃστά, ταῦτα;"

[62] Ἔπειτ' ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν [13415] σοφιστεύειν, εὐδοκιμούντων τότε τῶν περὶ Πλάτωνα καὶ Ἀρίστιππον. Ἐμμίσθους δ' ἀκροάσεις ποιεῖσθαι˙ εἶτα συγγράφειν λόγους δικανικοὺς τοῖς ἀδικουμένοις˙ διὸ καὶ τὸν Τίμωνα εἰπεῖν ἐπ' αὐτοῦ˙

ἥ τ' Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἲς〉
[13420] γράψαι.

[1351] Φασὶ δ' αὐτῷ λέγειν Σωκράτη, ἐπειδήπερ ἐπιέζετο ὑπὸ πενίας, παρ' ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα. Τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. Ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασι σκῶψαι εἰπόντα, [1355] "Πόθεν σοι, λῃστά, ταῦτα;"