1.

[3.34] εἰ δέ τινα στάσιν τῶν ἄλλων προκρινοῦμεν, ἤτοι ἁπλῶς καὶ ἄνευ ἀποδείξεως προκρινοῦμεν ἢ μετὰ ἀποδείξεως. ἄνευ μὲν οὖν ἀποδείξεως οὐ συγκαταθησόμεθα ˙ εἰ δὲ μετὰ ἀποδείξεως (Cfr. II 183), ἀληθῆ δεῖ τὴν ἀπόδειξιν εἶναι. ἀληθὴς δὲ οὐκ ἂν δοθείη μὴ οὐχὶ κεκριμένη κριτηρίῳ ἀληθεῖ, ἀληθὲς δὲ κριτήριον εἶναι δείκνυται δι'ἀποδείξεως κεκριμένης.