1.

[3.35] εἰ τοίνυν, ἵνα μὲν ἡ ἀπόδειξις ἡ προκρίνουσά τινα στάσιν ἀληθὴς εἶναι δειχθῇ, δεῖ τὸ κριτήριον αὐτῆς ἀποδεδεῖχθαι, ἵνα δὲ τὸ κριτήριον ἀποδειχθῇ, δεῖ τὴν ἀπόδειξιν αὐτοῦ προκεκρίσθαι, ὁ διάλληλος εὑρίσκεται τρόπος, ὃς οὐκ ἐάσει προβαίνειν τὸν λόγον, τῆς μὲν ἀποδείξεως ἀεὶ κριτηρίου δεομένης ἀποδεδειγμένου, τοῦ κριτηρίου δὲ ἀποδείξεως κεκριμένης.