1.

[3.36] εἰ δὲ ἀεὶ τὸ κριτήριον κριτηρίῳ κρίνειν καὶ τὴν ἀπόδειξιν ἀποδείξει ἀποδεικνύναι βούλοιτό τις, εἰς ἄπειρον ἐκβληθήσεται. εἰ τοίνυν μήτε πάσαις ταῖς περὶ στοιχείων στάσεσι δυνάμεθα συγκατατίθεσθαι μήτε τινὶ τούτων, ἐπέχειν προσήκει περὶ αὐτῶν.