1.

[3.37] (§ 37 Cfr. adv. dogm. III 365) Δυνατὸν μὲν οὖν ἴσως ἐστὶ καὶ διὰ τούτων μόνων ὑπομιμνῄσκειν τὴν τῶν στοιχείων καὶ τῶν ὑλικῶν ἀρχῶν ἀκαταληψίαν˙ ἵνα δὲ καὶ ἀμφιλαφέστερον τοὺς δογματικοὺς ἐλέγχειν ἔχωμεν, ἐνδιατρίψωμεν συμμέτρως τῷ τόπῳ. καὶ ἐπεὶ πολλαὶ καὶ σχεδὸν ἄπειροί τινές εἰσιν αἱ περὶ στοιχείων δόξαι, καθὼς ὑπεμνήσαμεν, τὸ μὲν πρὸς ἑκάστην λέγειν εἰδικῶς νῦν παραιτησόμεθα διὰ τὸν χαρακτῆρα τῆς συγγραφῆς, δυνάμει δὲ πρὸς πάσας ἀντεροῦμεν. ἐπεὶ γὰρ ἣν ἄν τις εἴπῃ περὶ στοιχείων στάσιν, ἤτοι ἐπὶ σώματα κατενεχθήσεται ἢ ἐπὶ ἀσώματα (Cfr. adv. dogm. IV 218), ἀρκεῖν ἡγούμεθα ὑπομνῆσαι, ὅτι ἀκατάληπτα μέν ἐστι τὰ σώματα, ἀκατάληπτα δὲ τὰ ἀσώματα˙ διὰ γὰρ τούτου σαφὲς ἔσται, ὅτι καὶ τὰ στοιχεῖά ἐστιν ἀκατάληπτα.