HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-3,38
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-3,38.rdf
1.
[3.38] (§ 38 Cfr.
adv. dogm. III 366)
ζ´ εἰ καταληπτὰ τὰ σώματα. Σῶμα τοίνυν λέγουσιν
εἶναί τινες ὃ οἷόν τε ποιεῖν ἢ πάσχειν. ὅσον δὲ ἐπὶ ταύτῃ τῇ ἐπινοίᾳ ἀκατάληπτόν ἐστι τοῦτο. τὸ μὲν γὰρ αἴτιον ἀκατάληπτόν ἐστι, καθὼς ὑπεμνήσαμεν (Cfr. §§ 20-28)˙ μὴ ἔχοντες δὲ εἰπεῖν εἰ ἔστι τι αἴτιον, οὐδὲ εἰ ἔστι τι πάσχον εἰπεῖν δυνάμεθα˙ τὸ γὰρ πάσχον πάντως ὑπὸ αἰτίου πάσχει. ἀκαταλήπτου δὲ ὄντος καὶ τοῦ αἰτίου καὶ τοῦ πάσχοντος, διὰ ταῦτα ἀκατάληπτον ἔσται καὶ τὸ σῶμα.