1.

[3.38] (§ 38 Cfr. adv. dogm. III 366)ζ´ εἰ καταληπτὰ τὰ σώματα.
Σῶμα τοίνυν λέγουσιν εἶναί τινες ὃ οἷόν τε ποιεῖν ἢ πάσχειν. ὅσον δὲ ἐπὶ ταύτῃ τῇ ἐπινοίᾳ ἀκατάληπτόν ἐστι τοῦτο. τὸ μὲν γὰρ αἴτιον ἀκατάληπτόν ἐστι, καθὼς ὑπεμνήσαμεν (Cfr. §§ 20-28)˙ μὴ ἔχοντες δὲ εἰπεῖν εἰ ἔστι τι αἴτιον, οὐδὲ εἰ ἔστι τι πάσχον εἰπεῖν δυνάμεθα˙ τὸ γὰρ πάσχον πάντως ὑπὸ αἰτίου πάσχει. ἀκαταλήπτου δὲ ὄντος καὶ τοῦ αἰτίου καὶ τοῦ πάσχοντος, διὰ ταῦτα ἀκατάληπτον ἔσται καὶ τὸ σῶμα.