1.

[3.40] (§ 40 Cfr. adv. dogm. III 368) (§ 40 Cfr. adv. math. III 365) εὐμαρὴς μέντοι καὶ ὁ πρὸς τούτους λόγος. τὸ γὰρ σῶμα ἤτοι οὐδὲν παρὰ ταῦτα εἶναι λέξουσιν ἢ ἕτερόν τι παρὰ τὴν συνέλευσιν τῶν προειρημένων. καὶ ἔξωθεν μὲν τοῦ μήκους τε καὶ τοῦ πλάτους καὶ τοῦ βάθους καὶ τῆς ἀντιτυπίας οὐδὲν ἂν εἴη τὸ σῶμα˙ εἰ δὲ ταῦτά ἐστι τὸ σῶμα, ἐὰν δείξῃ τις, ὅτι ἀνύπαρκτά ἐστιν, ἀναιροίη ἂν καὶ τὸ σῶμα˙ τὰ γὰρ ὅλα συναναιρεῖται τοῖς ἑαυτῶν πᾶσι μέρεσιν. ποικίλως μὲν οὖν ἔστι ταῦτα ἐλέγχειν˙ τὸ δὲ νῦν ἀρκέσει λέγειν, ὅτι εἰ ἔστι τὰ πέρατα, ἤτοι γραμμαί εἰσιν ἢ ἐπιφάνειαι ἢ σώματα.