1.

[3.41] (§§ 41-44 Cfr. adv. dogm. III 434) εἰ μὲν οὖν ἐπιφάνειάν τινα ἢ γραμμὴν εἶναι λέγοι τις, καὶ τῶν προειρημένων ἕκαστον ἤτοι κατὰ ἰδίαν ὑφεστάναι δύνασθαι λεχθήσεται ἢ μόνον περὶ τοῖς λεγομένοις σώμασι θεωρεῖσθαι. ἀλλὰ καθ' ἑαυτὴν μὲν ὑπάρχουσαν ἤτοι γραμμὴν ἢ ἐπιφάνειαν ὀνειροπολεῖν ἴσως εὔηθες. εἰ δὲ περὶ τοῖς σώμασι θεωρεῖσθαι λέγοιτο μόνον καὶ μὴ καθ' ἑαυτὸ ὑφεστάναι τούτων ἕκαστον, πρῶτον μὲν αὐτόθεν δοθήσεται τὸ μὴ ἐξ αὐτῶν γεγονέναι τὰ σώματα (ἐχρῆν γάρ, οἶμαι, ταῦτα πρότερον ὑπόστασιν καθ' ἑαυτὰ ἐσχηκέναι, καὶ οὕτω συνελθόντα πεποιηκέναι τὰ σώματα),