1.

[3.42] εἶτα οὐδὲ ἐν τοῖς καλουμένοις σώμασιν ὑφέστηκεν. καὶ τοῦτο διὰ πλειόνων μέν ἐστιν ὑπομιμνῄσκειν, ἀρκέσει δὲ νῦν τὰ ἐκ τῆς ἁφῆς ἀπορούμενα λέγειν (Cfr. adv. dogm. III 258) (Cfr. adv. math. III 34 sqq.) . εἰ γὰρ ἅπτεται ἀλλήλων τὰ παρατιθέμενα σώματα, τοῖς πέρασιν αὑτῶν, οἷον ταῖς ἐπιφανείαις, ψαύει ἀλλήλων. αἱ οὖν ἐπιφάνειαι ὅλαι μὲν δι' ὅλων ἀλλήλαις οὐχ ἑνωθήσονται κατὰ τὴν ἁφήν, ἐπεὶ σύγχυσις ἔσται ἡ ἁφὴ καὶ ὁ χωρισμὸς τῶν ἁπτομένων διασπασμός˙ ὅπερ οὐ θεωρεῖται.