1.

[3.44] εἰ δέ τις σώματα εἶναι λέγοι τὰ πέρατα, σύντομος ἔσται ἡ πρὸς αὐτὸν ἀπόκρισις. εἰ γὰρ τὸ μῆκος σῶμα ἐστίν, δεήσει τοῦτο εἰς τὰς τρεῖς αὐτοῦ μερίζεσθαι διαστάσεις, ὧν ἑκάστη σῶμα οὖσα πάλιν αὐτὴ διαιρεθήσεται εἰς διαστάσεις ἄλλας τρεῖς, αἳ ἔσονται σώματα, καὶ ἐκεῖναι εἰς ἄλλας ὁμοίως, καὶ τοῦτο μέχρις ἀπείρου, ὡς ἀπειρομέγεθες γίνεσθαι τὸ σῶμα εἰς ἄπειρα μεριζόμενον˙ ὅπερ ἄτοπον˙ οὐδὲ σώματα ἄρα εἰσὶν αἱ προειρημέναι διαστάσεις. εἰ δὲ μήτε σώματά εἰσι μήτε γραμμαὶ ἢ ἐπιφάνειαι, οὐδὲ εἶναι νομισθήσονται.