1.

[3.45] (§§ 45-46 Cfr. adv. dogm. III 259-261) Ἀκατάληπτος δέ ἐστι καὶ ἡ ἀντιτυπία. αὕτη γὰρ εἴπερ καταλαμβάνεται, ἁφῇ καταλαμβάνοιτο ἄν. ἐὰν οὖν δείξωμεν, ὅτι ἀκατάληπτός ἐστιν ἡ ἁφή, σαφὲς ἔσται ὅτι οὐχ οἷόν τέ ἐστι καταλαμβάνεσθαι τὴν ἀντιτυπίαν. ὅτι δὲ ἀκατάληπτός ἐστιν ἡ ἁφή, διὰ τούτων ἐπιλογιζόμεθα. τὰ ἁπτόμενα ἀλλήλων ἤτοι μέρεσιν ἀλλήλων ἅπτεται ἢ ὅλα ὅλων. ὅλα μὲν οὖν ὅλων οὐδαμῶς˙ ἑνωθήσεται γὰρ οὕτω καὶ οὐχ ἅψεται ἀλλήλων. ἀλλ' οὐδὲ μέρεσι μερῶν˙ τὰ γὰρ μέρη αὐτῶν ὡς μὲν πρὸς τὰ ὅλα μέρη ἐστίν, ὡς δὲ πρὸς τὰ μέρη ἑαυτῶν ὅλα.