1.

[3.46] ταῦτα οὖν τὰ ὅλα, 〈ἅ〉 ἐστιν ἑτέρων μέρη, ὅλα μὲν ὅλων οὐχ ἅψεται διὰ τὰ προειρημένα, ἀλλ' οὐδὲ μέρεσι μερῶν˙ καὶ γὰρ τὰ τούτων μέρη ὡς πρὸς τὰ ἑαυτῶν μέρη ὅλα ὄντα οὔτε ὅλα ὅλων ἅψεται οὔτε μέρεσι μερῶν. εἰ δὲ μήτε κατὰ ὁλότητα μήτε κατὰ μέρη γινομένην ἁφὴν καταλαμβάνομεν, ἀκατάληπτος ἔσται ἡ ἁφή. διὰ δὲ τοῦτο καὶ ἡ ἀντιτυπία. ὅθεν καὶ τὸ σῶμα˙ εἰ γὰρ οὐδέν ἐστι τοῦτο παρὰ τὰς τρεῖς διαστάσεις καὶ τὴν ἀντιτυπίαν, ἐδείξαμεν δὲ ἀκατάληπτον τούτων ἕκαστον, καὶ τὸ σῶμα ἔσται ἀκατάληπτον.
Οὕτω μὲν οὖν, ὅσον ἐπὶ τῇ ἐννοίᾳ τοῦ σώματος,