1.

[3.47] (§§ 47-48 Cfr. adv. dogm. III 437-439) ἀκατάληπτόν ἐστιν, εἰ ἔστι τι σῶμα (Cfr. § 38)˙ λεκτέον δὲ καὶ τοῦτο εἰς τὸ προκείμενον. τῶν ὄντων τὰ μέν φασιν εἶναι αἰσθητά, τὰ δὲ νοητά, καὶ τὰ μὲν τῇ διανοίᾳ καταλαμβάνεσθαι, τὰ δὲ ταῖς αἰσθήσεσιν, καὶ τὰς μὲν αἰσθήσεις ἁπλοπαθεῖς εἶναι, τὴν δὲ διάνοιαν ἀπὸ τῆς τῶν αἰσθητῶν καταλήψεως ἐπὶ τὴν κατάληψιν τῶν νοητῶν ἰέναι. εἰ οὖν ἔστι τι σῶμα, ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. καὶ αἰσθητὸν μὲν οὔκ ἐστιν˙ κατὰ γὰρ συναθροισμὸν μήκους καὶ βάθους καὶ πλάτους καὶ ἀντιτυπίας καὶ χρώματος καὶ ἄλλων τινῶν καταλαμβάνεσθαι δοκεῖ, σὺν οἷς θεωρεῖται˙ αἱ δὲ αἰσθήσεις ἁπλοπαθεῖς εἶναι λέγονται παρ' αὐτοῖς.