1.

[3.48] 〈....〉 εἰ δὲ νοητὸν εἶναι λέγεται τὸ σῶμα, δεῖ τι πάντως ὑπάρχειν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητόν, ἀφ' οὗ ἡ τῶν σωμάτων νοητῶν ὄντων ἔσται νόησις. οὐδὲν δὲ ἔστι παρὰ τὸ σῶμα καὶ τὸ ἀσώματον, ὧν τὸ μὲν ἀσώματον αὐτόθεν νοητόν ἐστι (Cfr. § 50), τὸ δὲ σῶμα οὐκ αἰσθητόν, ὡς ὑπεμνήσαμεν. μὴ ὄντος οὖν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητοῦ τινος ἀφ' οὗ ἡ νόησις ἔσται τοῦ σώματος, οὐδὲ νοητὸν ἔσται τὸ σῶμα. εἰ δὲ μήτε αἰσθητόν ἐστι μήτε νοητόν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον ὅσον ἐπὶ τῷ λόγῳ μηδέ εἶναι τὸ σῶμα.