1.

[3.49] διὰ ταῦτα οὖν ἡμεῖς ἀντιτιθέντες τοὺς κατὰ τοῦ σώματος λόγους τῷ φαίνεσθαι [δοκεῖν] ὑπάρχον τὸ σῶμα, συνάγομεν τὴν περὶ τοῦ σώματος ἐποχήν.
Τῇ δὲ τοῦ σώματος ἀκαταληψίᾳ συνεισάγεται καὶ τὸ ἀκατάληπτον εἶναι τὸ ἀσώματον (Cfr. adv. dogm. III 440). αἱ γὰρ στερήσεις τῶν ἕξεων νοοῦνται στερήσεις, οἷον ὁράσεως τυφλότης καὶ ἀκοῆς κωφότης καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως. διόπερ ἵνα στέρησιν καταλάβωμεν, δεῖ τὴν ἕξιν ἡμᾶς προκατειληφέναι, ἧς λέγεται στέρησις εἶναι ἡ στέρησις˙ ἀνεννόητος γάρ τις ὢν τῆς ὁράσεως οὐκ ἂν δύναιτο λέγειν, ὅτι ὅρασιν ὅδε οὐκ ἔχει, ὅπερ ἐστὶ τὸ τυφλὸν εἶναι.