1.

[3.50] εἰ οὖν στέρησις σώματός ἐστι τὸ ἀσώματον, τῶν δὲ ἕξεων μὴ καταλαμβανομένων ἀδύνατον τὰς στερήσεις αὐτῶν καταλαμβάνεσθαι, καὶ δέδεικται ὅτι τὸ σῶμα ἀκατάληπτόν ἐστιν, ἀκατάληπτον ἔσται καὶ τὸ ἀσώματον. καὶ γὰρ ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. εἴτε δὲ αἰσθητόν ἐστιν, ἀκατάληπτόν ἐστι διὰ τὴν διαφορὰν τῶν ζῴων καὶ τῶν ἀνθρώπων καὶ τῶν αἰσθήσεων καὶ τῶν περιστάσεων καὶ παρὰ τὰς ἐπιμιξίας καὶ τὰ λοιπὰ τῶν προειρημένων ἡμῖν ἐν τοῖς περὶ τῶν δέκα τρόπων (Cfr. I 36-136) (Cfr. I 164)˙ εἴτε νοητόν, μὴ διδομένης αὐτόθεν τῆς τῶν αἰσθητῶν καταλήψεως, ἀφ' ἧς ὁρμώμενοι τοῖς νοητοῖς ἐπιβάλλειν δοκοῦμεν (Cfr. II 10), οὐδὲ ἡ τῶν νοητῶν αὐτόθεν κατάληψις δοθήσεται, διόπερ οὐδὲ ἡ τοῦ ἀσωμάτου.