1.

[3.51] ὅ τε φάσκων καταλαμβάνειν τὸ ἀσώματον ἤτοι αἰσθήσει τοῦτο παραστήσει καταλαμβάνειν ἢ διὰ λόγου. καὶ αἰσθήσει μὲν οὐδαμῶς, ἐπειδὴ αἱ μὲν αἰσθήσεις κατὰ ἐπέρεισιν καὶ νύξιν ἀντιλαμβάνεσθαι δοκοῦσι τῶν αἰσθητῶν, οἷον ἡ ὅρασις, ἐάν τε κατὰ ἔντασιν γίνηται κώνου, ἐάν τε κατὰ εἰδώλων ἀποκρίσεις τε καὶ ἐπικρίσεις, ἐάν τε 〈κατ'〉 ἀκτίνων ἢ χρωμάτων ἀποχύσεις, καὶ ἡ ἀκοὴ δέ, ἤν τε ὁ πεπληγμένος ἀήρ(Cfr. DL VII 158) , ἤν τε τὰ μόρια τῆς φωνῆς φέρηται πρός τὰ ὦτα καὶ πλήττῃ τὸ ἀκουστικὸν πνεῦμα (Cfr. II 70)ὥστε τὴν ἀντίληψιν τῆς φωνῆς ἀπεργάζεσθαι. ἀλλὰ καὶ αἱ ὀδμαὶ τῇ ῥινὶ καὶ οἱ χυμοὶ αὖ τῇ γλώττῃ προσπίπτουσιν, καὶ τὰ τὴν ἁφὴν κινοῦντα ὁμοίως τῇ ἁφῇ.