1.

[3.52] τὰ δὲ ἀσώματα ἐπέρεισιν τοιαύτην ὑπομένειν οὐχ οἷά τέ ἐστιν, ὥστε οὐκ ἂν δύναιτο τῇ αἰσθήσει 〈ταῦτα〉 καταλαμβάνεσθαι. ἀλλ' οὐδὲ διὰ λόγου. εἰ μὲν γὰρ λεκτόν ἐστιν ὁ λόγος καὶ ἀσώματος, ὡς οἱ Στωικοί φασιν (fr. II 166 A.), ὁ λέγων διὰ λόγου καταλαμβάνεσθαι τὰ ἀσώματα τὸ ζητούμενον συναρπάζει. ζητούντων γὰρ ἡμῶν, εἰ δύναταί τι ἀσώματον καταλαμβάνεσθαι, αὐτὸς τι ἀσώματον λαβὼν ἁπλῶς διὰ τούτου τὴν κατάληψιν τῶν ἀσωμάτων ποιεῖσθαι θέλει. καίτοι αὐτὸς ὁ λόγος, εἴπερ ἀσώματός ἐστι, τῆς τῶν ζητουμένων ἐστὶ μοίρας.