1.

[3.53] πῶς οὖν ἀποδείξει τις, ὅτι πρότερον τοῦτο τὸ ἀσώματον καταλαμβάνεται (φημὶ δὲ τὸν λόγον); εἰ μὲν γὰρ δι' ἄλλου ἀσωμάτου, κἀκείνου ζητήσομεν τὴν ἀπόδειξιν τῆς καταλήψεως, καὶ μέχρις ἀπείρου˙ εἰ δὲ διὰ σώματος, ζητεῖται καὶ περὶ τῆς καταλήψεως τῶν σωμάτων˙ διὰ τίνος οὖν δείξομεν, ὅτι καταλαμβάνεται τὸ σῶμα τὸ εἰς ἀπόδειξιν τῆς καταλήψεως τοῦ ἀσωμάτου λόγου λαμβανόμενον; εἰ μὲν διὰ σώματος, εἰς ἄπειρον ἐκβαλλόμεθα˙ εἰ δὲ δι' ἀσωμάτου, εἰς τὸν διάλληλον τρόπον ἐκπίπτομεν. μένοντος οὖν οὕτως ἀκαταλήπτου τοῦ λόγου, εἴπερ ἀσώματός ἐστιν, οὐκ ἂν δύναιτό τις λέγειν δι' αὐτοῦ καταλαμβάνεσθαι τὸ ἀσώματον.