1.

[3.54] (§ 54 Cfr. adv. dogm. II 7). εἰ δὲ σῶμά ἐστιν ὁ λόγος, ἐπεὶ καὶ περὶ τῶν σωμάτων διαπεφώνηται, πότερον καταλαμβάνεται ἢ οὔ, διὰ τὴν λεγομένην συνεχῆ ῥύσιν αὐτῶν (Cfr. I 217 sqq.) (Cfr. II 82) (Cfr. II 115), ὡς μηδὲ τὴν "τόδε" δεῖξιν ἐπιδέχεσθαι, μηδὲ εἶναι νομίζεσθαι, παρὸ καὶ ὁ Πλάτων (
Plat. Cratyl. 412 C
) γινόμενα μέν, ὄντα δὲ οὐδέποτε καλεῖ τὰ σώματα, ἀπορῶ πῶς ἐπικριθήσεται ἡ περὶ τοῦ ἀσωμάτου διαφωνία, μήτε σώματι μήτε ἀσωμάτῳ ταύτην ὁρῶν ἐπικρίνεσθαι δυναμένην διὰ τὰς μικρῷ πρόσθεν εἰρημένας ἀτοπίας. οὐκοῦν οὐδὲ λόγῳ δυνατόν ἐστι καταλαμβάνειν τὰ ἀσώματα.