1.

[3.55] εἰ δὲ μήτε αἰσθήσει ὑποπίπτει μήτε διὰ λόγου καταλαμβάνεται, οὐδ' ἂν ὅλως καταλαμβάνοιτο.
Εἰ τοίνυν μήτε περὶ τῆς ὑπάρξεως τοῦ σώματος μήτε περὶ τῶν ἀσωμάτων οἷόν τέ ἐστι διαβεβαιώσασθαι, καὶ περὶ τῶν στοιχείων (Cfr. §§ 30-31) ἐστὶν ἐφεκτέον, τάχα δὲ καὶ περὶ τῶν μετὰ τὰ στοιχεῖα(Cfr. § 32), εἴγε τούτων τὰ μὲν σώματα, τὰ δὲ ἀσώματα, καὶ περὶ ἀμφοτέρων ἠπόρηται. πλὴν ἀλλὰ τῶν τε δραστικῶν ἀρχῶν καὶ τῶν ὑλικῶν διὰ ταῦτα ἐφεκτῶν οὐσῶν ἄπορός ἐστιν ὁ περὶ ἀρχῶν λόγος.