1.

[3.56] η´ περὶ κράσεως.
Ἵνα δὲ καὶ ταῦτα παραλίπῃ τις, πῶς ἄρα καὶ γίνεσθαί φασι τὰ συγκρίματα ἐκ τῶν πρώτων στοιχείων, μήτε θίξεως καὶ ἁφῆς ὑπαρχούσης μήτε κράσεως ἢ μίξεως ὅλως; ὅτι μὲν γὰρ οὐδέν ἐστιν ἡ ἁφή, μικρῷ πρόσθεν ὑπέμνησα(Cfr. §§ 45-46) , ὅτε περὶ τῆς ὑποστάσεως τοῦ σώματος διελεγόμην˙ ὅτι δὲ οὐδὲ ὁ τρόπος τῆς κράσεως ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπ' αὐτῶν δυνατός ἐστι, διὰ βραχέων ἐπιστήσω. πολλὰ μὲν γὰρ λέγεται περὶ κράσεως, καὶ σχεδὸν ἀνήνυτοι περὶ τοῦ προκειμένου σκέμματός εἰσι παρὰ τοῖς δογματικοῖς στάσεις˙ ὅθεν εὐθέως ἅμα τῇ ἀνεπικρίτῳ διαφωνίᾳ καὶ τὸ ἀκατάληπτον τοῦ σκέμματος συνάγοιτ' ἄν. ἡμεῖς δὲ νῦν τὴν πρὸς ἕκαστον αὐτῶν ἀντίρρησιν παραιτησάμενοι διὰ τὴν πρόθεσιν τῆς συγγραφῆς, τάδε λέξειν ἐπὶ τοῦ παρόντος ἀποχρώντως ὑπολαμβάνομεν.