1.

[3.58] εἰ δὲ αἱ μὲν ποιότητες ἁπλῶς παρακεῖσθαι λεχθεῖεν ἀλλήλαις, αἱ δὲ οὐσίαι μίγνυσθαι, καὶ οὕτως ἄτοπον ἂν εἴη τὸ λεγόμενον˙ οὐ γὰρ κεχωρισμένων τῶν ποιοτήτων τῶν ἐν ταῖς κράσεσιν ἀντιλαμβανόμεθα, ἀλλ' ὡς μιᾶς ἀπὸ τῶν κιρναμένων ἀποτελουμένης αἰσθανόμεθα. εἰ δὲ τὰς μὲν ποιότητας μίγνυσθαι λέγοι τις, τὰς δὲ οὐσίας μηδαμῶς, ἀδύνατα λέξει˙ ἡ γὰρ τῶν ποιοτήτων ὑπόστασις ἐν ταῖς οὐσίαις ἐστίν, διόπερ γελοῖον ἂν εἴη λέγειν, ὡς αἱ μὲν ποιότητες χωρισθεῖσαι τῶν οὐσιῶν καὶ ἰδίᾳ μίγνυνταί που ἀλλήλαις, ἄποιοι δὲ αἱ οὐσίαι χωρὶς ὑπολείπονται.