1.

[3.59] λείπεται λέγειν, ὅτι καὶ αἱ ποιότητες τῶν κιρναμένων καὶ αἱ οὐσίαι χωροῦσι δι' ἀλλήλων καὶ μιγνύμεναι τὴν κρᾶσιν ἀποτελοῦσιν. ὃ τῶν προειρημένων ἐστὶν ἀτοπώτερον˙ ἀδύνατος γάρ ἐστιν ἡ τοιαύτη κρᾶσις. οἷον γοῦν ἐὰν δέκα κοτύλαις ὕδατος κωνείου χυλοῦ κοτύλη μιχθῇ, παντὶ τῷ ὕδατι συνανακίρνασθαι ἂν λέγοιτο τὸ κώνειον˙ εἰ γοῦν καί τι βραχύτατον μέρος τοῦ μίγματος λάβοι τις, εὑρήσει πεπληρωμένον αὐτὸ τῆς τοῦ κωνείου δυνάμεως.