1.

[3.61] δυνατὸν δὲ οὕτω κατὰ μίαν κοτύλην ἐπεμβάλλοντα καὶ ὁμοίως συλλογιζόμενον συνάγειν, ὅτι αἱ εἴκοσιν ὁρώμεναι τοῦ μίγματος κοτύλαι δισμύριαί που καὶ πρὸς ὀφείλουσιν εἶναι ὅσον ἐπὶ τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως, αἱ δὲ αὐταὶ καὶ δύο μόναι˙ ὅπερ ἀπεμφάσεως ὑπερβολὴν οὐκ ἀπολέλοιπεν. οὐκοῦν ἄτοπός ἐστι καὶ αὕτη ἡ ὑπόθεσις τῆς κράσεως.