1.

[3.62] εἰ δὲ οὔτε τῶν οὐσιῶν μόνων μιγνυμένων ἀλλήλαις οὔτε τῶν ποιοτήτων μόνων οὔτε ἀμφοτέρων οὔτε οὐθετέρου δύναται γίνεσθαι κρᾶσις, παρὰ δὲ ταῦτα οὐδὲν οἷόν τέ ἐστιν ἐπινοεῖν, ἀνεπινόητος ὁ τρόπος τῆς τε κράσεως καὶ ὅλως τῆς μίξεως ἐστίν. διόπερ εἰ μήτε κατὰ θίξιν παρατιθέμενα ἀλλήλοις τὰ καλούμενα στοιχεῖα μήτε ἀνακιρνώμενα ἢ μιγνύμενα ποιητικὰ τῶν συγκριμάτων εἶναι δύναται, ἀνεπινόητός ἐστιν ἡ κατὰ τοὺς δογματικοὺς φυσιολογία καὶ ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ.