1.

[3.63] θ´ περὶ κινήσεως.
Πρὸς δὲ τοῖς προειρημένοις ἦν ἐπιστῆσαι τῷ περὶ τῶν κινήσεων λόγῳ˙ καὶ οὕτως ἀδύνατος ἂν εἶναι νομισθείη ἡ κατὰ τοὺς δογματικοὺς φυσιολογία. πάντως γὰρ κατά τινα κίνησιν τῶν τε στοιχείων καὶ τῆς δραστικῆς ἀρχῆς ὀφείλει γίνεσθαι τὰ συγκρίματα. ἐὰν οὖν ὑπομνήσωμεν, ὅτι μηδὲν εἶδος κινήσεως ὁμολογεῖται, σαφὲς ἔσται ὅτι καὶ διδομένων καθ' ὑπόθεσιν τῶν προειρημένων ἁπάντων μάτην ὁ καλούμενος φυσικὸς λόγος τοῖς δογματικοῖς διεξώδευται.